τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντιἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶννίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι,οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξαςἝκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστουχερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο.ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσενἝκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν,ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γεΖηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι,στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντεςδούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶταθυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακταΤεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντεςἝκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσωἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρμακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλωνεἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦρινδεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺςἭφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·τὴν ἄρʼ ὅ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶθρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶνἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν,πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖνἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων,τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων