ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼςπαύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλωνἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην;οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶνοὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴαςχερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαοἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίωνἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνεινΦοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσινηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθονπᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς.ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃδεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνωνεἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖοκυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖταιὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼςῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμαὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγαἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕληεἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειοςεἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντονύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶντάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.