οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτατόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνειὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃνεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείηςἭρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτοςἸλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσειἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν·ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιοςοἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺνἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξεχεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν,τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶφεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼςὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖονἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν,