ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει,φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸνμή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃμεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναικαὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζαψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖταἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιοἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις,ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξωνἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγεχεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναικαὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπενεἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο ῬέαΖεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων.τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς·ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶπαλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα,Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλοςκαὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴηἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·