ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλοςπὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσινὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων,ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσαχάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτωςοὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς.οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρηἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺςλείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνωνἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲπάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸςἾρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα·αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε,ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταοστήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτιπάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο