αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησανφεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντεςχλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ ΖεὺςἼδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺςτοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθενἈργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροιεἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσωναἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν.τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος ἭρηἝκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆςπρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖινἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλαχρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσινἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμιῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηταιγῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίειἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλαςπέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτιςἌργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεκαὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστοςὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶνκουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·