βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλουσημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺςἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύεινἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιανκαλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃμῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτοὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζεινσκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶτοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆςνῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλονΤρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶσχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων,ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγανῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποιἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητεπείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστοςοὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναιΤυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ ΚαλυδῶνιἌγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺςπατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθηπλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.