φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδειἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴδηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴργνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴνΠηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆαυἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλισταἙρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα,ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸκαὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσαςἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺαὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζεαὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχοςἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼνπέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆοςπατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαοἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαιὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶνἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖταΓυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην·Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶνοὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσεδῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴνἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν