ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς ΑἴαςΣάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντιἨνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμωνἬνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼνοὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷΤρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρΠανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμονυἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχοςἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαοχειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐωαὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινετῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαινανλικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸςἈρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τεοὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπεςἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαιἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιοἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν.ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν.τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοιοὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺςἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες.