τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶντίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύωνμὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαιπρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺςοὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλωςΖεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμενἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσινωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζωνὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργαεἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύωδύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναινωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσικυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσηςἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃνὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιοΤρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα.