Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε,τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου·τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δʼ Ἕκτωρ,ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴαςχερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶνπὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείραςστῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ.ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦςπρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηταιἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθηκαὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶνἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰςαἰχμάς· ἀλλʼ οὔ τις ἐδυνήσατο ποιμένα λαῶνοὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοιΠουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος ἈγήνωρΣαρπηδών τʼ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων.τῶν δʼ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθενἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δʼ ἄρʼ ἑταῖροιχερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρʼ ἵκεθʼ ἵππουςὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιοἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖοΞάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρχεῦαν· ὃ δʼ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν,ἑζόμενος δʼ ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμεσσεν·αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσενὺξ ἐκάλυψε μέλαινα· βέλος δʼ ἔτι θυμὸν ἐδάμνα.Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόνταμᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.