τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκηνΠριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺςνηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοιἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν.ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισταιἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσικρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντεςἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶἝκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ,χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περΤυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον·ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸνβάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθωνδεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃεἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναιἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσανκυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων.ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τεἈργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσονποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιοοὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην·οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισιἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴδεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν ὄρουσαν.