ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ,ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν·οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναιἼδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάωνεὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼνπεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμηνἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξενἭφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶνὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψωχρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθονπυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε.τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντοκαλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι.ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν·βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνοςἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδειΖεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα·Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων,