ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶνΛεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσουβήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαιεἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃμακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν·ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισινὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσιχαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρονἼδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητιεἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις;ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονταιεὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδηςἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω,μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇοἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸςθυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον·οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,