τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιοἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάωνῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθραὨκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμηνοὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸςἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιονήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικαςνόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινεῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντωνζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ,εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ.ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆνὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράωνδώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντεςμάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράωνΠασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπανταςτοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε