Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλονδεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺςγαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονταιεὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρεἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάνταποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺςπάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημιἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴνσεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόενταἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων,ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦνπείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼαὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶχρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήειςτεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,