ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητιᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τεχεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξενἭφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεκληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντοςλύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίταςπεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺςκαλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνηἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά·χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσιτρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάωνκαλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς·ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμονβῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δʼ Ἀφροδίτηντῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,οὕνεκʼ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;τὴν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιοαὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάνταςδαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,