Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμαἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραιπυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺςἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντεςμῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτοςἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται·ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περθυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆργηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶνδερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντεςεὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸςφεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοιἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθωνἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳκαρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσιστᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνωτὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραναὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδηςἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρηὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·