Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνονεἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδηθερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖοκείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιοχαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο.εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲςτοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεΤρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθααὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸνδιχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναιβῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζονμαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴςνυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆεςπὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷΤυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆεςθῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲεἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσαςαἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσηςἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιοἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφιθυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸςΝέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.