ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευονχάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισιΤρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον·οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθωνῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύωνΠηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τεΜηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγεμαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαιδεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον,Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περφυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕληνθώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονταιαὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη·ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶνμίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν·νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονταιἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσινηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς.ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστινἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωνοὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆςπάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγεἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείηλυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον