χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος ἌρηϊΠριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσηνῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός·ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτωςἈργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειννῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴχερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγωνἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισιθάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνιςαἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶνθάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιοεἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιπᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃςμεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόενταδάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺςδημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντοἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντοἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.