τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶνχερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσηςδῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιοθαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτοςἈσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρηςἼλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιομέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσινωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτοςοἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσινἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημιἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦενἀμφί τε Κεβριόνην καὶ ἀμύμονα ΠουλυδάμανταΦάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον ΠολυφήτηνΠάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος,οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰκύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσηςκυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι,