οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμηςΤρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάωνΤρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργατοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺςἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησανοἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονταιπαυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴνἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεναἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειταπὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγεδείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶχρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιομίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζεκαί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼςκεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμανταπάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτοςἈσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸνφοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.