ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάουθῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθετεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλισταζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνεςΛοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶσπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντοὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖονοἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσινἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντοΦείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ ἘπειῶνΦυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιοἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιενἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰςγνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντεςναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸςἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρονἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφιπρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργειἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶλαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντοὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳἼλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειταταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισιμάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,