συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆοςἉρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξωνἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαιἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνωνπάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸςἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρωνθυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃκεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴνἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸςἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδοςνούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶννοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸςᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδηὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντολαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶνἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιοςὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτοῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,