Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιοἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲσοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντεςἈτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιοοὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλονἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴνἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳμακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείηςἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπονῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσεπὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνωντεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλωνΤρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖςἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷΖηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνινξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν·οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰμὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ·νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισιπῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς.ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλωνἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται·οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσιΤρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανταιφυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητοςμολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναιἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα