Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴνκυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστοςἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης·ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων·Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶαἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλισταγίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρεςἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼνἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσηνΘρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶνμαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτιὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντιἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷθώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴνθρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοιπνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιοπολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαοςτὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνωνχεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος.καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳσφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.