οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρηςυἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσινἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοιἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴνἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊδουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸςαὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣςἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτηςαὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήναςἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππουςὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιοἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντατειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσαςλαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθηκαὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσαςοὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσικάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμωνπαπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλοςοὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντοεἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷἈντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθωνΝέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺςστρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶσειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσινἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον