δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶςΑἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷαἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντεςπλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιΔηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειταλαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλαπιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθειὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησανμακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸςσμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλονἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλωνΑἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίηςᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸςἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχοςἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷΔηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶυἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχοςἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.