δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει,ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζενἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης·Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσαςΔηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναιτρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο,ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω,ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα,Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακταΚρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικανσοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξενἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμωνἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναιβῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλουἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳοὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν.ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴγαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γεγαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶνχώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόνταςθήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρουςἈσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τεΜηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·