ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶναἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους.ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιοςἈργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼνεἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶνἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτουςΤρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύειἝκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι.σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεναὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶνὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιοςἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο,γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶςὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσιμάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάωνῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισιμᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοιμαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶνἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶοςἝκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.