ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν ἸδομενῆοςἈσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχοςἸδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷδινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσενἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶνἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημιεἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖογηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροιΜηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαιἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸνἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο,πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαντὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστοκάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μινγῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσεθέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι,ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλονἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶναχάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·