ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσαςἸδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστηνΚασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσεδωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξχάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντωνεἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστηςΔαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστηνἌργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμινἸλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισινἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνηνἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρπεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμωναἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷἸδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶλαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒςἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρεςἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶςβεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξαςἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμηςδουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξχάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς