ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴνχαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειενἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχισταεἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴναὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαιἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσιμακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεναὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάωνθωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶνἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴηὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκηνκυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπανἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼνλάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥαΤρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιοπεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσανἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.