ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει,ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσεικῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων·τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίηνταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείηςοὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειεπρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣςἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊκαρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴςἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γεἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶνἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτωδεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοιΑἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶντοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιοἝκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαικείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτουςνῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίωνἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.