δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίωνχειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπουδεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησενἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔειοἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρωντίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸςἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπταιοἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκονἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήειςἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωνταΤρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐωἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαικαὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃπόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι.οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειρανἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνωνλήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοιἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν,ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη·τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός,