ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰτεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆςκόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου·Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθηυἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶνὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησενἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιοἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλαςἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίναἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθωνεἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντιὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ ΚαλυδῶνιΑἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ·Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶοἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγεγιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳεἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτωμέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνινωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειενἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο,ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴσπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε