ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶνἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρωςἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶςἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶνοἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκταἼμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷνύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣςἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιοχαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχοςτυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνοςνισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖανκρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷἝκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷσμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα,ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσωνεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺςἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆςὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντωνἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,