τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστοςαἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζεικαρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγεςκαρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼνοὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοικρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισινευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶνσειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηταιἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσηςῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶνκτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξιστῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶννύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισινὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶπαρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶκαὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν μεὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκειΠριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσηνκοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷκαὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην