Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺννωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼνόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶανΜυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶνγλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸνἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τεὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσηςΘρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ ἈχαιοὺςΤρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντοςκραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕληποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρΑἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνηςχρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππωὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθληνχρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦπάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντοῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων·τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνηςμεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθωνλύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείαςἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεννοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃἝκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο