αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο,ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστοςἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ·οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντεςπένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστατεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφινἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴςυἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρωςἌσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποιαἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς ἈγχίσαοΑἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷεἈρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων,πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοιτῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων.οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσιβάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντοσχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροιβουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶναὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσινήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξαςἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶνἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψενἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν