Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον,ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτακροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες,Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάωνἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθενὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστωῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν,οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸςχειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίαςδικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆεςεἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσαςεὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσωβριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆεςἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλληλᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρνυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷσμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶδοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσαςνόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει.κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλοντεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο.αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰςποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεννῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.