ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσικάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντεςἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰςαἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρουςτάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποιτόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳχείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφροςεὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαιῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσανἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσινὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶνπυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνωνἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρωνἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν,ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαιἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζειΖεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς·εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηταιἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαιἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντεςἝκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶοὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,