βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸνἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνεπαιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπανχάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς;ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντιμούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴνμᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγαςτείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντοτεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντοτείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθονμέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέωνδῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείαςἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείημαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶνἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκειἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκεΠριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος