εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος·τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντοτείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο,οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοιἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή.Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκταΣαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμονμαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸςκεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέαχείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν,οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας,θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξεπάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼςκάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιοἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶνβλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντοςαὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης,ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσαςνύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶπρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσινἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθετεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ