ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντεαἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τεἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμηνοὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιομυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι,ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε·τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς·τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτοἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτωἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόνταἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε,βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶνκαὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰςἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην·ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντωνεἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνωνἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸςκεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητονἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντωνεἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.