κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρουςκαὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάνταεἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς,βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρτείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺςὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν.αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσηνκαλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺςἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰςχρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσωνβῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴςδηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρμήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδραςσὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸςἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκετεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο·Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλισταἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσινἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθαςκαλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόνταςἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων·οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσινἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλαοἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς