ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντεςνηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι·οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλονπαρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντοἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνοςὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶνθέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφιῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶπρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶνῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξειςβάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργωνπάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσινείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήειςὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοιἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσωτετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴςνεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺςνιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·