αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργωνφοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρονζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴνἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζεἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ,αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφινκείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσινἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεδῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇοὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γεΤρωσὶν ὅδʼ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιναἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργωνφοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρονζωόν· ἄφαρ δʼ ἀφέηκε πάρος φίλα οἰκίʼ ἱκέσθαι,οὐδʼ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶνῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δʼ Ἀχαιοί,οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθʼ αὐτὰ κέλευθα·πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶχαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.ὧδέ χʼ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷεἰδείη τεράων καί οἱ πειθοίατο λαοί.τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαιβουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύειςπείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζωεἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.