βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼἌσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξοπάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺςσχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαιοἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντεςἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντεχάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων·Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρλάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃνηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸνπάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτηςδουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸαἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος ἌρηοςἹππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺἈντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλουπλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη·αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστηνπάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα,τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστατεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν